Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.419 Joseph. BJ 5.425 (English) >>Joseph. BJ 5.431

5.423οἱ δὲ περὶ τὸν Ἰωάννην καὶ τὸν Σίμωνα περιεφύλαττον τὰς τούτων ἐξόδους πλέον τὰς Ῥωμαίων εἰσόδους, καὶ σκιάν τις ὑπονοίας παρασχὼν μόνον εὐθέως ἀπεσφάττετο. 5.424

Τοῖς γε μὴν εὐπόροις καὶ τὸ μένειν πρὸς ἀπώλειαν ἴσον ἦν· προφάσει γὰρ αὐτομολίας ἀνῃρεῖτό τις διὰ τὴν οὐσίαν. τῷ λιμῷ δʼ ἀπόνοια τῶν στασιαστῶν συνήκμαζε, καὶ καθʼ ἡμέραν ἀμφότερα προσεξεκαίετο τὰ δεινά. 5.425φανερὸς μὲν γὰρ οὐδαμοῦ σῖτος ἦν, ἐπεισπηδῶντες δὲ διηρεύνων τὰς οἰκίας, ἔπειθʼ εὑρόντες μὲν ὡς ἀρνησαμένους ᾐκίζοντο, μὴ εὑρόντες δʼ ὡς ἐπιμελέστερον κρύψαντας ἐβασάνιζον. 5.426τεκμήριον δὲ τοῦ τʼ ἔχειν καὶ μὴ τὰ σώματα τῶν ἀθλίων, ὧν οἱ μὲν ἔτι συνεστῶτες εὐπορεῖν τροφῆς ἐδόκουν,

-- --

οἱ τηκόμενοι δὲ ἤδη παρωδεύοντο, καὶ κτείνειν ἄλογον ἐδόκει τοὺς ὑπʼ ἐνδείας τεθνηξομένους αὐτίκα. 5.427πολλοὶ δὲ λάθρα τὰς κτήσεις ἑνὸς ἀντηλλάξαντο μέτρου πυρῶν μὲν εἰ πλουσιώτεροι τυγχάνοιεν ὄντες, οἱ δὲ πενέστεροι κριθῆς, ἔπειτα κατακλείοντες αὑτοὺς εἰς τὰ μυχαίτατα τῶν οἰκιῶν τινὲς μὲν ὑπʼ ἄκρας ἐνδείας ἀνέργαστον τὸν σῖτον ἤσθιον, οἱ δʼ ἔπεσσον ὡς τε ἀνάγκη καὶ τὸ δέος παρῄνει. 5.428καὶ τράπεζα μὲν οὐδαμοῦ παρετίθετο, τοῦ δὲ πυρὸς ὑφέλκοντες ἔτʼ ὠμὰ τὰ σιτία διήρπαζον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.419 Joseph. BJ 5.425 (English) >>Joseph. BJ 5.431

Powered by PhiloLogic